luk 23:1 UGNT
逐节对照
交叉引用
  • John 18:28 - ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον; ἦν δὲ πρωΐ. καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλὰ φάγωσιν τὸ Πάσχα.
  • John 18:29 - ἐξῆλθεν οὖν ὁ Πειλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν, τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου?
  • John 18:30 - ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
  • John 18:31 - εἶπεν οὖν αὐτοῖς ὁ Πειλᾶτος, λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν, κρίνατε αὐτόν. εἶπον αὐτῷ οἱ Ἰουδαῖοι, ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα;
  • John 18:32 - ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν, σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
  • John 18:33 - εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πειλᾶτος, καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ, σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων?
  • John 18:34 - ἀπεκρίθη Ἰησοῦς, ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ?
  • John 18:35 - ἀπεκρίθη ὁ Πειλᾶτος, μήτι ἐγὼ Ἰουδαῖός εἰμι? τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί. τί ἐποίησας?
  • John 18:36 - ἀπεκρίθη Ἰησοῦς, ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου; εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις. νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
  • John 18:37 - εἶπεν οὖν αὐτῷ ὁ Πειλᾶτος, οὐκοῦν βασιλεὺς εἶ σύ? ἀπεκρίθη ὁ Ἰησοῦς, σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς.
  • John 18:38 - λέγει αὐτῷ ὁ Πειλᾶτος, τί ἐστιν ἀλήθεια? καὶ τοῦτο εἰπὼν, πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.
  • Luke 22:66 - καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ Συνέδριον αὐτῶν
  • Mark 15:1 - καὶ εὐθὺς πρωῒ, συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς, μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ Συνέδριον, δήσαντες τὸν Ἰησοῦν, ἀπήνεγκαν καὶ παρέδωκαν Πειλάτῳ.
  • Mark 15:2 - καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πειλᾶτος, σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων? ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει, σὺ λέγεις.
  • Mark 15:3 - καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.
  • Mark 15:4 - ὁ δὲ Πειλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων, οὐκ ἀποκρίνῃ οὐδέν? ἴδε, πόσα σου κατηγοροῦσιν!
  • Mark 15:5 - ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πειλᾶτον.
  • Matthew 27:11 - ὁ δὲ Ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος; καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων, σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων? ὁ δὲ Ἰησοῦς ἔφη, αὐτῷ σὺ λέγεις.
  • Matthew 27:12 - καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο.
  • Matthew 27:13 - τότε λέγει αὐτῷ ὁ Πειλᾶτος, οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν?
  • Matthew 27:14 - καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
  • Matthew 27:1 - πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν;
  • Matthew 27:2 - καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πειλάτῳ τῷ ἡγεμόνι.
逐节对照交叉引用