luk 23:18 UGNT
逐节对照
交叉引用
  • John 19:15 - οἱ δὲ ἐκραύγασαν, ἆρον! ἆρον! σταύρωσον αὐτόν! λέγει αὐτοῖς ὁ Πειλᾶτος, τὸν βασιλέα ὑμῶν σταυρώσω? ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα.
  • John 19:16 - τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ. παρέλαβον δὲ τὸν Ἰησοῦν; ἀπήγαγον
  • Mark 15:6 - κατὰ δὲ ἑορτὴν, ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὃν παρῃτοῦντο.
  • Mark 15:7 - ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς, μετὰ τῶν στασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
  • Mark 15:8 - καὶ ἀναβὰς, ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς.
  • Mark 15:9 - ὁ δὲ Πειλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, θέλετε ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων?
  • Mark 15:10 - ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
  • Mark 15:11 - οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
  • Mark 15:12 - ὁ δὲ Πειλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς, τί οὖν ποιήσω λέγετε τὸν Βασιλέα τῶν Ἰουδαίων?
  • Mark 15:13 - οἱ δὲ πάλιν ἔκραξαν, σταύρωσον αὐτόν!
  • Mark 15:14 - ὁ δὲ Πειλᾶτος ἔλεγεν αὐτοῖς, τί γὰρ κακόν ἐποίησεν? οἱ δὲ περισσῶς ἔκραξαν, σταύρωσον αὐτόν!
  • Mark 15:15 - ὁ δὲ Πειλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας, ἵνα σταυρωθῇ.
  • John 18:39 - ἔστιν δὲ συνήθεια ὑμῖν, ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ Πάσχα; βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων?
  • John 18:40 - ἐκραύγασαν οὖν πάλιν λέγοντες, μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν! ἦν δὲ ὁ Βαραββᾶς λῃστής.
  • Matthew 27:15 - κατὰ δὲ ἑορτὴν, εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον.
  • Matthew 27:16 - εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενον Βαραββᾶν.
  • Matthew 27:17 - συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πειλᾶτος, τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν ἢ Ἰησοῦν, τὸν λεγόμενον Χριστόν?
  • Matthew 27:18 - ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
  • Matthew 27:19 - καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα, μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν.
  • Matthew 27:20 - οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους, ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
  • Matthew 27:21 - ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, τίνα θέλετε ἀπὸ τῶν δύο, ἀπολύσω ὑμῖν? οἱ δὲ εἶπον, τὸν Βαραββᾶν.
  • Matthew 27:22 - λέγει αὐτοῖς ὁ Πειλᾶτος, τί οὖν ποιήσω Ἰησοῦν, τὸν λεγόμενον Χριστόν? λέγουσιν πάντες, σταυρωθήτω.
  • Matthew 27:23 - ὁ δὲ ἔφη, τί γὰρ κακὸν ἐποίησεν? οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, σταυρωθήτω.
  • Matthew 27:24 - ἰδὼν δὲ ὁ Πειλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων, ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου; ὑμεῖς ὄψεσθε.
  • Matthew 27:25 - καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν, τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
  • Matthew 27:26 - τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν; τὸν δὲ Ἰησοῦν φραγελλώσας, παρέδωκεν ἵνα σταυρωθῇ.
  • Acts 21:36 - ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες, αἶρε αὐτόν.
  • Acts 22:22 - ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον; οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν!
  • Acts 3:14 - ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα, φονέα χαρισθῆναι ὑμῖν;
逐节对照交叉引用