luk 23:36 UGNT
逐节对照
交叉引用
  • Mark 15:19 - καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ; καὶ τιθέντες τὰ γόνατα, προσεκύνουν αὐτῷ.
  • Mark 15:20 - καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ. καὶ ἐξάγουσιν αὐτὸν, ἵνα σταυρώσωσιν αὐτόν.
  • Matthew 27:29 - καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ; καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ; καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιξαν αὐτῷ λέγοντες, χαῖρε, ὁ Βασιλεῦ τῶν Ἰουδαίων!
  • Matthew 27:30 - καὶ ἐμπτύσαντες εἰς αὐτὸν, ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
  • Luke 23:11 - ἐξουθενήσας δὲ αὐτὸν καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν, ἀνέπεμψεν αὐτὸν τῷ Πειλάτῳ.
  • John 19:28 - μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς, ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ Γραφὴ, λέγει, διψῶ.
  • John 19:29 - σκεῦος ἔκειτο ὄξους μεστόν; σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι.
  • John 19:30 - ὅτε οὖν ἔλαβεν τὸ ὄξος Ἰησοῦς, εἶπεν, τετέλεσται! καὶ κλίνας τὴν κεφαλὴν, παρέδωκεν τὸ πνεῦμα.
  • Mark 15:36 - δραμὼν δέ τις, καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν λέγων, ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλείας καθελεῖν αὐτόν.
  • Matthew 27:34 - ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον; καὶ γευσάμενος, οὐκ ἠθέλησεν πιεῖν.
  • Matthew 27:48 - καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν.
逐节对照交叉引用