luk 4:21 UGNT
逐节对照
交叉引用
  • Matthew 13:14 - καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε; καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.
  • Acts 3:18 - ὁ δὲ Θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν, παθεῖν τὸν Χριστὸν αὐτοῦ, ἐπλήρωσεν οὕτως.
  • John 5:39 - ἐραυνᾶτε τὰς Γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ;
  • Luke 10:23 - καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν, εἶπεν, μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε!
  • Luke 10:24 - λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδαν; καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
  • Acts 2:16 - ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ:
  • Acts 2:17 - καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα; καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν; καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται;
  • Acts 2:18 - καί γε ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου, ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσιν.
  • John 4:25 - λέγει αὐτῷ ἡ γυνή, οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός; ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.
  • John 4:26 - λέγει αὐτῇ ὁ Ἰησοῦς, ἐγώ εἰμι, ὁ λαλῶν σοι.
  • Acts 2:29 - ἄνδρες, ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυεὶδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
  • Acts 2:30 - προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ.
  • Acts 2:31 - προϊδὼν, ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐνκατελείφθη εἰς ᾍδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.
  • Acts 2:32 - τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.
  • Acts 2:33 - τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ Ἁγίου, λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεεν τοῦτο ὃ ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε.
逐节对照交叉引用