luk 4:31 UGNT
逐节对照
交叉引用
  • Acts 14:6 - συνιδόντες, κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν, καὶ Δέρβην, καὶ τὴν περίχωρον,
  • Acts 14:7 - κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν.
  • Mark 1:21 - καὶ εἰσπορεύονται εἰς Καφαρναούμ; καὶ εὐθέως τοῖς Σάββασιν, εἰσελθὼν εἰς τὴν συναγωγὴν, ἐδίδασκεν.
  • Mark 1:22 - καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ; ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.
  • Mark 1:23 - καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν
  • Mark 1:24 - λέγων, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ? ἦλθες ἀπολέσαι ἡμᾶς? οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ!
  • Mark 1:25 - καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων, φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ!
  • Mark 1:26 - καὶ σπαράξαν αὐτὸν, τὸ πνεῦμα τὸ ἀκάθαρτον, καὶ φωνῆσαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ.
  • Mark 1:27 - καὶ ἐθαμβήθησαν ἅπαντες, ὥστε συνζητεῖν πρὸς αὐτοὺς λέγοντας, τί ἐστιν τοῦτο? διδαχὴ καινή κατ’ ἐξουσίαν! καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ!
  • Mark 1:28 - καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς, πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
  • Luke 4:23 - καὶ εἶπεν πρὸς αὐτούς, πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, ἰατρέ, θεράπευσον σεαυτόν; ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
  • Acts 14:19 - ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυρον ἔξω τῆς πόλεως, νομίζοντες αὐτὸν τεθνηκέναι.
  • Acts 14:20 - κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
  • Acts 14:21 - εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανοὺς, ὑπέστρεψαν εἰς τὴν Λύστραν, καὶ εἰς Ἰκόνιον, καὶ Ἀντιόχειαν,
  • Matthew 10:23 - ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν; ἀμὴν, γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου.
  • Acts 20:1 - μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας ἀσπασάμενος, ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν.
  • Acts 20:2 - διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα.
  • Acts 18:4 - διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν Σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
  • Acts 17:16 - ἐν δὲ ταῖς Ἀθήναις, ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν.
  • Acts 17:17 - διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις, καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας;
  • Acts 17:1 - διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων.
  • Acts 17:2 - κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθεν πρὸς αὐτοὺς, καὶ ἐπὶ Σάββατα τρία, διελέξατο αὐτοῖς ἀπὸ τῶν Γραφῶν,
  • Acts 17:3 - διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν, καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ὁ Χριστός, Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
  • Acts 17:10 - οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι, εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν.
  • Acts 17:11 - οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, καθ’ ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς, εἰ ἔχοι ταῦτα οὕτως.
  • Acts 20:23 - πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι, λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν.
  • Acts 20:24 - ἀλλ’ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.
  • Matthew 4:13 - καὶ καταλιπὼν τὴν Ναζαρὰ, ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ, τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ;
逐节对照交叉引用