luk 6:12 UGNT
逐节对照
交叉引用
  • Matthew 6:6 - σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ Πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι.
  • Mark 14:34 - καὶ λέγει αὐτοῖς, περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου; μείνατε ὧδε καὶ γρηγορεῖτε.
  • Mark 14:35 - καὶ προελθὼν μικρὸν, ἔπιπτεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα.
  • Mark 14:36 - καὶ ἔλεγεν, Ἀββά, ὁ Πατήρ, πάντα δυνατά σοι; παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ; ἀλλ’ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.
  • Mark 6:46 - καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
  • Colossians 4:2 - τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ;
  • Matthew 14:23 - καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ.
  • Matthew 14:24 - τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.
  • Matthew 14:25 - τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς, ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν.
  • Mark 1:35 - καὶ πρωῒ ἔννυχα λείαν, ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.
  • Hebrews 5:7 - ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας, πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας.
逐节对照交叉引用