luk 6:16 UGNT
逐节对照
交叉引用
  • Acts 1:16 - ἄνδρες, ἀδελφοί, ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυεὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν;
  • Acts 1:17 - ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν, καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.
  • Acts 1:18 - (οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος, ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
  • Acts 1:19 - καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν, Ἁκελδαμάχ, τοῦτ’ ἔστιν, Χωρίον Αἵματος.)
  • Acts 1:20 - γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν, γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ; καί, τὴν ἐπισκοπὴν αὐτοῦ, λαβέτω ἕτερος.
  • Acts 1:25 - λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφ’ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
  • Matthew 27:3 - τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις
  • Matthew 27:4 - λέγων, ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον, τί πρὸς ἡμᾶς? σὺ ὄψῃ.
  • Matthew 27:5 - καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν, ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο.
  • Matthew 26:14 - τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης πρὸς τοὺς ἀρχιερεῖς
  • Matthew 26:15 - εἶπεν, τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν? οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
  • Matthew 26:16 - καὶ ἀπὸ τότε, ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
  • Matthew 10:3 - Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Θαδδαῖος,
  • John 6:70 - ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν?
  • John 6:71 - ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου; οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα.
  • Mark 3:18 - καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Μαθθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Καναναῖον,
  • Jude 1:1 - Ἰούδας, Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου; τοῖς ἐν Θεῷ Πατρὶ ἠγαπημένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς:
  • John 14:22 - λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, Κύριε, τί γέγονεν, ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν, καὶ οὐχὶ τῷ κόσμῳ?
逐节对照交叉引用