luk 7:18 UGNT
逐节对照
交叉引用
  • John 3:26 - καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ, Ῥαββεί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε, οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
  • Matthew 11:2 - ὁ δὲ Ἰωάννης, ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ,
  • Matthew 11:3 - εἶπεν αὐτῷ, σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν?
  • Matthew 11:4 - καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε:
  • Matthew 11:5 - τυφλοὶ ἀναβλέπουσιν, καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσιν, καὶ νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται.
  • Matthew 11:6 - καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
  • Matthew 11:7 - τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου, τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι? κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον?
  • Matthew 11:8 - ἀλλὰ τί ἐξήλθατε ἰδεῖν? ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον? ἰδοὺ, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν.
  • Matthew 11:9 - ἀλλὰ τί ἐξήλθατε? προφήτην ἰδεῖν? ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
  • Matthew 11:10 - οὗτός ἐστιν περὶ οὗ γέγραπται, ἰδοὺ, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
  • Matthew 11:11 - ἀμὴν, λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. ὁ δὲ μικρότερος ἐν τῇ Βασιλεία τῶν Οὐρανῶν, μείζων αὐτοῦ ἐστιν.
  • Matthew 11:12 - ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι, ἡ Βασιλεία τῶν Οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.
  • Matthew 11:13 - πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν.
  • Matthew 11:14 - καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλείας, ὁ μέλλων ἔρχεσθαι.
  • Matthew 11:15 - ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.
  • Matthew 11:16 - τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην? ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν ταῖς ἀγοραῖς, ἃ προσφωνοῦντα τοῖς ἑτέροις
  • Matthew 11:17 - λέγουσιν, ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε; ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε.
  • Matthew 11:18 - ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, δαιμόνιον ἔχει.
  • Matthew 11:19 - ἦλθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, ἰδοὺ, ἄνθρωπος, φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν! καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.
逐节对照交叉引用