luk 8:19 UGNT
逐节对照
交叉引用
  • Mark 3:21 - καὶ ἀκούσαντες, οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν; ἔλεγον γὰρ, ὅτι ἐξέστη.
  • Matthew 12:46 - ἔτι αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδοὺ, ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἵστήκεισαν ἔξω, ζητοῦντες αὐτῷ λαλῆσαι.
  • Matthew 12:47 - εἶπεν δέ τις αὐτῷ, ἰδοὺ, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν ζητοῦντές σοι λαλῆσαι.
  • Matthew 12:48 - ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ λέγοντι αὐτῷ, τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου?
  • Matthew 12:49 - καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν, ἰδοὺ, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
  • Matthew 12:50 - ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ ἐστίν.
  • Mark 3:31 - καὶ ἔρχονται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἔξω στήκοντες, ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν.
  • Mark 3:32 - καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος; καὶ λέγουσιν αὐτῷ, ἰδοὺ, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου, ἔξω ζητοῦσίν σε.
  • Mark 3:33 - καὶ ἀποκριθεὶς αὐτοῖς λέγει, τίς ἐστιν ἡ μήτηρ μου, καὶ οἱ ἀδελφοί μου?
  • Mark 3:34 - καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν, κύκλῳ καθημένους λέγει, ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου!
  • Mark 3:35 - ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.
逐节对照交叉引用