luk 8:26 UGNT
逐节对照
交叉引用
  • Matthew 8:28 - καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λείαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
  • Matthew 8:29 - καὶ ἰδοὺ, ἔκραξαν λέγοντες, τί ἡμῖν καὶ σοί, Υἱὲ τοῦ Θεοῦ? ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς?
  • Matthew 8:30 - ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
  • Matthew 8:31 - οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες, εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων.
  • Matthew 8:32 - καὶ εἶπεν αὐτοῖς, ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους; καὶ ἰδοὺ, ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
  • Matthew 8:33 - οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν, ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
  • Matthew 8:34 - καὶ ἰδοὺ, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ; καὶ ἰδόντες αὐτὸν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
  • Mark 5:1 - καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γερασηνῶν.
  • Mark 5:2 - καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου, εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
  • Mark 5:3 - ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι,
  • Mark 5:4 - διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι.
  • Mark 5:5 - καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν, ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
  • Mark 5:6 - καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ,
  • Mark 5:7 - καὶ κράξας φωνῇ μεγάλῃ λέγει, τί ἐμοὶ καὶ σοί Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου? ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.
  • Mark 5:8 - ἔλεγεν γὰρ αὐτῷ, ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου!
  • Mark 5:9 - καὶ ἐπηρώτα αὐτόν, τί ὄνομά σοι? καὶ λέγει αὐτῷ, Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.
  • Mark 5:10 - καὶ παρεκάλει αὐτὸν πολλὰ, ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας.
  • Mark 5:11 - ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει, ἀγέλη χοίρων μεγάλη βοσκομένη;
  • Mark 5:12 - καὶ παρεκάλεσαν αὐτὸν λέγοντες, πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
  • Mark 5:13 - καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα, τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
  • Mark 5:14 - καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς; καὶ ἐξῆλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός.
  • Mark 5:15 - καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον, ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα, καὶ ἐφοβήθησαν.
  • Mark 5:16 - καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες, πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων.
  • Mark 5:17 - καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
  • Mark 5:18 - καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς, ἵνα μετ’ αὐτοῦ ᾖ.
  • Mark 5:19 - καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, ὕπαγε εἰς τὸν οἶκόν σου, πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ Κύριός σοι πεποίηκεν, καὶ ἠλέησέν σε.
  • Mark 5:20 - καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει, ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
逐节对照交叉引用