luk 9:30 UGNT
逐节对照
交叉引用
  • James 5:17 - Ἠλείας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς, ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ.
  • James 5:18 - καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν, καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
  • Luke 24:27 - καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ.
  • Luke 1:17 - καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλεία, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.
  • Matthew 17:3 - καὶ ἰδοὺ, ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλείας συνλαλοῦντες μετ’ αὐτοῦ.
  • Matthew 17:4 - ἀποκριθεὶς δὲ, ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ, Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. εἰ θέλεις, ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωϋσεῖ μίαν, καὶ Ἠλείᾳ μίαν.
  • Mark 9:4 - καὶ ὤφθη αὐτοῖς Ἠλείας σὺν Μωϋσεῖ, καὶ ἦσαν συνλαλοῦντες τῷ Ἰησοῦ.
  • Mark 9:5 - καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Ῥαββεί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι; καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωϋσεῖ μίαν, καὶ Ἠλείᾳ μίαν.
  • Mark 9:6 - οὐ γὰρ ᾔδει τί ἀποκριθῇ; ἔκφοβοι γὰρ ἐγένοντο.
  • Luke 24:44 - εἶπεν δὲ πρὸς αὐτούς, οὗτοι οἱ λόγοι μου, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τοῖς προφήταις, καὶ ψαλμοῖς, περὶ ἐμοῦ.
  • John 1:17 - ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
  • 2 Corinthians 3:7 - εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, τὴν καταργουμένην;
  • 2 Corinthians 3:8 - πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ?
  • 2 Corinthians 3:9 - εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως, δόξα πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ.
  • 2 Corinthians 3:10 - καὶ γὰρ οὐ δεδόξασται, τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης.
  • 2 Corinthians 3:11 - εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
  • Luke 9:19 - οἱ δὲ ἀποκριθέντες εἶπαν, Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ, Ἠλείαν, ἄλλοι δὲ, ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
  • Romans 3:21 - νυνὶ δὲ χωρὶς νόμου, δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν;
  • Romans 3:22 - δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας; οὐ γάρ ἐστιν διαστολή.
  • Romans 3:23 - πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ,
  • Hebrews 3:3 - πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται, καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου, ὁ κατασκευάσας αὐτόν.
  • Hebrews 3:4 - πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος; ὁ δὲ πάντα κατασκευάσας Θεός.
  • Hebrews 3:5 - καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων;
  • Hebrews 3:6 - Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν.
逐节对照交叉引用