mat 1:1 UGNT
逐节对照
交叉引用
  • Matthew 2:1 - τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα
  • Matthew 2:2 - λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς Βασιλεὺς τῶν Ἰουδαίων? εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
  • Luke 1:69 - καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυεὶδ, παιδὸς αὐτοῦ;
  • Luke 1:70 - (καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ),
  • Matthew 15:22 - καὶ ἰδοὺ, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἔκραζεν λέγουσα, ἐλέησόν με, Κύριε, Υἱὸς Δαυείδ; ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
  • Matthew 22:42 - λέγων, τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ? τίνος υἱός ἐστιν? λέγουσιν αὐτῷ, τοῦ Δαυείδ.
  • Matthew 22:43 - λέγει αὐτοῖς, πῶς οὖν Δαυεὶδ ἐν Πνεύματι καλεῖ Κύριον αὐτὸν λέγων,
  • Matthew 22:44 - εἶπεν Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου?
  • Matthew 22:45 - εἰ οὖν Δαυεὶδ καλεῖ αὐτὸν, Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν?
  • Romans 4:13 - οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως.
  • Acts 13:22 - καὶ μεταστήσας αὐτὸν, ἤγειρεν τὸν Δαυεὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας, εὗρον Δαυεὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
  • Acts 13:23 - τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν, ἤγαγεν τῷ Ἰσραὴλ Σωτῆρα, Ἰησοῦν,
  • Matthew 3:16 - βαπτισθεὶς δὲ, ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος; καὶ ἰδοὺ, ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδεν τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν ἐρχόμενον ἐπ’ αὐτόν.
  • Matthew 9:27 - καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ, ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες, ἐλέησον ἡμᾶς, Υἱὲ Δαυείδ.
  • Acts 2:30 - προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ.
  • Romans 9:5 - ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς, τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων Θεὸς, εὐλογητὸς εἰς τοὺς αἰῶνας. ἀμήν!
  • Matthew 1:18 - τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν: μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου.
  • Luke 3:23 - καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ, τοῦ Ἠλεὶ,
  • Luke 3:24 - τοῦ Μαθθὰτ, τοῦ Λευεὶ, τοῦ Μελχεὶ, τοῦ Ἰανναὶ, τοῦ Ἰωσὴφ,
  • Luke 3:25 - τοῦ Ματταθίου, τοῦ Ἀμὼς, τοῦ Ναοὺμ, τοῦ Ἑσλεὶ, τοῦ Ναγγαὶ,
  • Luke 3:26 - τοῦ Μάαθ, τοῦ Ματταθίου, τοῦ Σεμεεῒν, τοῦ Ἰωσὴχ, τοῦ Ἰωδὰ,
  • Luke 3:27 - τοῦ Ἰωανὰν, τοῦ Ῥησὰ, τοῦ Ζοροβαβὲλ, τοῦ Σαλαθιὴλ, τοῦ Νηρεὶ,
  • Luke 3:28 - τοῦ Μελχεὶ, τοῦ Ἀδδεὶ, τοῦ Κωσὰμ, τοῦ Ἐλμαδὰμ, τοῦ Ἢρ,
  • Luke 3:29 - τοῦ Ἰησοῦ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρεὶμ, τοῦ Μαθθὰτ, τοῦ Λευεὶ,
  • Luke 3:30 - τοῦ Συμεὼν, τοῦ Ἰούδα, τοῦ Ἰωσὴφ, τοῦ Ἰωνὰμ, τοῦ Ἐλιακεὶμ,
  • Luke 3:31 - τοῦ Μελεὰ, τοῦ Μεννὰ, τοῦ Ματταθὰ, τοῦ Ναθὰμ, τοῦ Δαυεὶδ,
  • Luke 3:32 - τοῦ Ἰεσσαὶ, τοῦ Ἰωβὴλ, τοῦ Βόος, τοῦ Σαλὰ, τοῦ Ναασσὼν,
  • Luke 3:33 - τοῦ Ἀμιναδὰβ, τοῦ Ἀδμεὶν, τοῦ Ἀρνεὶ, τοῦ Ἑσρὼμ, τοῦ Φαρὲς, τοῦ Ἰούδα,
  • Luke 3:34 - τοῦ Ἰακὼβ, τοῦ Ἰσαὰκ, τοῦ Ἀβραὰμ, τοῦ Θάρα, τοῦ Ναχὼρ,
  • Luke 3:35 - τοῦ Σεροὺχ, τοῦ Ῥαγαὺ, τοῦ Φάλεκ, τοῦ Ἔβερ, τοῦ Σαλὰ,
  • Luke 3:36 - τοῦ Καϊνὰμ, τοῦ Ἀρφαξὰδ, τοῦ Σὴμ, τοῦ Νῶε, τοῦ Λάμεχ,
  • Luke 3:37 - τοῦ Μαθουσαλὰ, τοῦ Ἑνὼχ, τοῦ Ἰάρετ, τοῦ Μαλελεὴλ, τοῦ Καϊνὰμ,
  • Luke 3:38 - τοῦ Ἐνὼς, τοῦ Σὴθ, τοῦ Ἀδὰμ, τοῦ Θεοῦ.
  • John 7:42 - οὐχ ἡ Γραφὴ εἶπεν, ὅτι ἐκ τοῦ σπέρματος Δαυεὶδ, καὶ ἀπὸ Βηθλέεμ, τῆς κώμης ὅπου ἦν Δαυεὶδ, ἔρχεται ὁ Χριστός?
  • Luke 1:31 - καὶ ἰδοὺ, συνλήμψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
  • Luke 1:32 - οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται; καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυεὶδ, τοῦ πατρὸς αὐτοῦ;
  • Romans 1:3 - περὶ τοῦ Υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα,
  • Revelation 22:16 - ἐγὼ, Ἰησοῦς, ἔπεμψα τὸν ἄγγελόν μου, μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυείδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός.
  • Galatians 3:16 - τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ; οὐ λέγει, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνός, καὶ τῷ σπέρματί σου, ὅς ἐστιν Χριστός.
逐节对照交叉引用