mat 1:22 UGNT
逐节对照
交叉引用
  • Luke 21:22 - ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
  • Acts 13:27 - οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν, τὰς κατὰ πᾶν Σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν.
  • Acts 13:28 - καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πειλᾶτον ἀναιρεθῆναι αὐτόν.
  • Acts 13:29 - ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον.
  • Revelation 17:17 - ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην, καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ Θεοῦ.
  • Matthew 8:17 - ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος, αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.
  • Matthew 5:17 - μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας; οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.
  • Matthew 12:17 - ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος,
  • Matthew 2:15 - καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου; ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος, ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.
  • John 10:35 - εἰ ἐκείνους εἶπεν θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο (καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή),
  • John 17:12 - ὅτε ἤμην μετ’ αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου, ᾧ δέδωκάς μοι; καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ.
  • John 12:38 - ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν? καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη?
  • John 12:39 - διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἠσαΐας,
  • John 12:40 - τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ, καὶ στραφῶσιν καὶ ἰάσομαι αὐτούς.
  • John 15:25 - ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος, ὅτι ἐμίσησάν με δωρεάν.
  • John 19:36 - ἐγένετο γὰρ ταῦτα, ἵνα ἡ Γραφὴ πληρωθῇ, ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.
  • John 19:37 - καὶ πάλιν ἑτέρα Γραφὴ λέγει, ὄψονται εἰς ὃν ἐξεκέντησαν.
  • John 18:9 - ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
  • Matthew 13:21 - οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστιν; γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται.
  • Acts 3:18 - ὁ δὲ Θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν, παθεῖν τὸν Χριστὸν αὐτοῦ, ἐπλήρωσεν οὕτως.
  • Matthew 13:35 - ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου; ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.
  • Matthew 2:23 - καὶ ἐλθὼν, κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ; ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.
  • Luke 24:44 - εἶπεν δὲ πρὸς αὐτούς, οὗτοι οἱ λόγοι μου, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τοῖς προφήταις, καὶ ψαλμοῖς, περὶ ἐμοῦ.
逐节对照交叉引用