mat 1:24 UGNT
逐节对照
交叉引用
  • Hebrews 11:24 - πίστει Μωϋσῆς, μέγας γενόμενος, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
  • Hebrews 11:25 - μᾶλλον ἑλόμενος συνκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν;
  • Hebrews 11:26 - μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν, τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.
  • Hebrews 11:27 - πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως; τὸν γὰρ ἀόρατον ὡς ὁρῶν, ἐκαρτέρησεν.
  • Hebrews 11:28 - πίστει πεποίηκεν τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
  • Hebrews 11:29 - πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν, ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες, οἱ Αἰγύπτιοι κατεπόθησαν.
  • Hebrews 11:30 - πίστει τὰ τείχη Ἰερειχὼ ἔπεσαν, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
  • Hebrews 11:31 - πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.
  • John 2:5 - λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε.
  • John 2:6 - ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
  • John 2:7 - λέγει αὐτοῖς ὁ Ἰησοῦς, γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
  • John 2:8 - καὶ λέγει αὐτοῖς, ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. οἱ δὲ ἤνεγκαν.
  • Hebrews 11:7 - πίστει χρηματισθεὶς, Νῶε, περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς, κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης, ἐγένετο κληρονόμος.
  • Hebrews 11:8 - πίστει καλούμενος, Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
  • John 15:14 - ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν.
  • James 2:21 - Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον?
  • James 2:22 - βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη.
  • James 2:23 - καὶ ἐπληρώθη ἡ Γραφὴ ἡ λέγουσα, ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη.
  • James 2:24 - ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον.
  • James 2:25 - ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα?
  • James 2:26 - ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν.
逐节对照交叉引用