mat 10:3 UGNT
逐节对照
交叉引用
  • John 14:22 - λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, Κύριε, τί γέγονεν, ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν, καὶ οὐχὶ τῷ κόσμῳ?
  • Acts 15:13 - μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, ἀπεκρίθη Ἰάκωβος λέγων, ἄνδρες, ἀδελφοί, ἀκούσατέ μου.
  • John 6:5 - ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς Φίλιππον, πόθεν ἀγοράσωμεν ἄρτους, ἵνα φάγωσιν οὗτοι?
  • John 6:6 - τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν; αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.
  • John 6:7 - ἀπεκρίθη αὐτῷ Φίλιππος, διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος βραχύ τι λάβῃ.
  • John 14:9 - λέγει αὐτῷ ὁ Ἰησοῦς, τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε? ὁ ἑωρακὼς ἐμὲ, ἑώρακεν τὸν Πατέρα; πῶς σὺ λέγεις, δεῖξον ἡμῖν τὸν Πατέρα?
  • Matthew 27:56 - ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
  • Acts 21:18 - τῇ δὲ ἐπιούσῃ, εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
  • Luke 5:27 - καὶ μετὰ ταῦτα ἐξῆλθεν, καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευεὶν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ, ἀκολούθει μοι.
  • Jude 1:1 - Ἰούδας, Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου; τοῖς ἐν Θεῷ Πατρὶ ἠγαπημένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς:
  • Acts 12:17 - κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν, διηγήσατο πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς; εἶπέν τε, ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν, ἐπορεύθη εἰς ἕτερον τόπον.
  • Galatians 1:19 - ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ Κυρίου.
  • James 1:1 - Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, δοῦλος; ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ: χαίρειν.
  • Galatians 2:9 - καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν;
  • John 1:43 - τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν; καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀκολούθει μοι.
  • John 1:44 - ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
  • John 1:45 - εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ, ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ, τὸν ἀπὸ Ναζαρέτ.
  • John 1:46 - καὶ εἶπεν αὐτῷ Ναθαναήλ, ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι? λέγει αὐτῷ ὁ Φίλιππος, ἔρχου καὶ ἴδε.
  • John 20:24 - Θωμᾶς δὲ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς.
  • John 20:25 - ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς, ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
  • John 20:26 - καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς, τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον, καὶ εἶπεν, εἰρήνη ὑμῖν.
  • John 20:27 - εἶτα λέγει τῷ Θωμᾷ, φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου; καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου; καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός.
  • John 20:28 - ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ, ὁ Κύριός μου καὶ ὁ Θεός μου!
  • John 20:29 - λέγει αὐτῷ ὁ Ἰησοῦς, ὅτι ἑώρακάς με, πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.
  • John 12:21 - οὗτοι οὖν προσῆλθον Φιλίππῳ, τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.
  • John 12:22 - ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ.
  • John 11:16 - εἶπεν οὖν Θωμᾶς, ὁ λεγόμενος Δίδυμος τοῖς συνμαθηταῖς, ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ.
  • John 21:2 - ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
  • Luke 6:14 - Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον,
  • Luke 6:15 - καὶ Μαθθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον Ἁλφαίου, καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν,
  • Luke 6:16 - καὶ Ἰούδαν Ἰακώβου, καὶ Ἰούδαν Ἰσκαριὼθ, ὃς ἐγένετο προδότης.
  • Mark 2:14 - καὶ παράγων εἶδεν Λευεὶν τὸν τοῦ Ἁλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, ἀκολούθει μοι. καὶ ἀναστὰς, ἠκολούθησεν αὐτῷ.
  • Matthew 9:9 - καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν, εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ. ἀκολούθει μοι. καὶ ἀναστὰς, ἠκολούθησεν αὐτῷ.
  • Mark 3:18 - καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Μαθθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Καναναῖον,
  • Acts 1:13 - καὶ ὅτε εἰσῆλθον εἰς τὸ ὑπερῷον, ἀνέβησαν οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
逐节对照交叉引用