mat 10:9 UGNT
逐节对照
交叉引用
  • Mark 6:8 - καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν, εἰ μὴ ῥάβδον μόνον, μὴ ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν,
  • Mark 6:9 - ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας.
  • Mark 6:10 - καὶ ἔλεγεν αὐτοῖς, ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.
  • Mark 6:11 - καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν, εἰς μαρτύριον αὐτοῖς.
  • 1 Corinthians 9:7 - τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ? τίς φυτεύει ἀμπελῶνα, καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει? ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης, οὐκ ἐσθίει?
  • 1 Corinthians 9:8 - μὴ κατὰ ἄνθρωπον, ταῦτα λαλῶ, ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει?
  • 1 Corinthians 9:9 - ἐν γὰρ τῷ Μωϋσέως νόμῳ, γέγραπται, οὐ φιμώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ Θεῷ?
  • 1 Corinthians 9:10 - ἢ δι’ ἡμᾶς πάντως λέγει? δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν.
  • 1 Corinthians 9:11 - εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν?
  • 1 Corinthians 9:12 - εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς? ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μή τινα ἐνκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
  • 1 Corinthians 9:13 - οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν; οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες, τῷ θυσιαστηρίῳ συνμερίζονται?
  • 1 Corinthians 9:14 - οὕτως καὶ ὁ Κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῆν.
  • 1 Corinthians 9:15 - ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων. οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτως γένηται ἐν ἐμοί; καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἤ τὸ καύχημά μου οὐδεὶς κενώσει.
  • 1 Corinthians 9:16 - ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται; οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι.
  • 1 Corinthians 9:17 - εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω; εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.
  • 1 Corinthians 9:18 - τίς οὖν μού ἐστιν ὁ μισθός? ἵνα εὐαγγελιζόμενος ἀδάπανον, θήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
  • 1 Corinthians 9:19 - ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω.
  • 1 Corinthians 9:20 - καὶ ἐγενόμην τοῖς Ἰουδαίοις, ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω; τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω;
  • 1 Corinthians 9:21 - τοῖς ἀνόμοις, ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ’ ἔννομος Χριστοῦ, ἵνα κερδάνω τοὺς ἀνόμους.
  • 1 Corinthians 9:22 - ἐγενόμην τοῖς ἀσθενέσιν, ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. τοῖς πᾶσιν γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω.
  • 1 Corinthians 9:23 - πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συνκοινωνὸς αὐτοῦ γένωμαι.
  • 1 Corinthians 9:24 - οὐκ οἴδατε, ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον? οὕτως τρέχετε, ἵνα καταλάβητε.
  • 1 Corinthians 9:25 - πᾶς δὲ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται; ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
  • 1 Corinthians 9:26 - ἐγὼ τοίνυν οὕτως τρέχω, ὡς οὐκ ἀδήλως; οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δέρων;
  • 1 Corinthians 9:27 - ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.
  • Luke 10:4 - μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, μὴ ὑποδήματα; καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
  • Luke 10:5 - εἰς ἣν δ’ ἂν εἰσέλθητε οἰκίαν, πρῶτον λέγετε, εἰρήνη τῷ οἴκῳ τούτῳ.
  • Luke 10:6 - καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν; εἰ δὲ μή γε ἐφ’ ὑμᾶς ἀνακάμψει.
  • Luke 10:7 - ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν; ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
  • Luke 10:8 - καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν.
  • Luke 10:9 - καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, ἤγγικεν ἐφ’ ὑμᾶς ἡ Βασιλεία τοῦ Θεοῦ.
  • Luke 10:10 - εἰς ἣν δ’ ἂν πόλιν εἰσέλθητε, καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε,
  • Luke 10:11 - καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν, ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν; πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἡ Βασιλεία τοῦ Θεοῦ.
  • Luke 10:12 - λέγω ὑμῖν, ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ.
  • Luke 9:3 - καὶ εἶπεν πρὸς αὐτούς, μηδὲν αἴρετε εἰς τὴν ὁδόν; μήτε ῥάβδον, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε δύο χιτῶνας ἔχειν.
  • Luke 9:4 - καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.
  • Luke 9:5 - καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε, εἰς μαρτύριον ἐπ’ αὐτούς.
  • Luke 22:35 - καὶ εἶπεν αὐτοῖς, ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου, καὶ πήρας, καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε? οἱ δὲ εἶπαν, οὐθενός.
逐节对照交叉引用