mat 12:9 UGNT
逐节对照
交叉引用
  • Luke 6:6 - ἐγένετο δὲ ἐν ἑτέρῳ Σαββάτῳ, εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν; καὶ ἦν ἄνθρωπος ἐκεῖ, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.
  • Luke 6:7 - παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ ἐν τῷ Σαββάτῳ θεραπεύσει, ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ.
  • Luke 6:8 - αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, ἔγειρε, καὶ στῆθι εἰς τὸ μέσον. καὶ ἀναστὰς, ἔστη.
  • Luke 6:9 - εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς, ἐπερωτῶ ὑμᾶς, εἰ ἔξεστιν τῷ Σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι?
  • Luke 6:10 - καὶ περιβλεψάμενος πάντας αὐτοὺς, εἶπεν αὐτῷ, ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησεν, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ.
  • Luke 6:11 - αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ.
  • Mark 3:1 - καὶ εἰσῆλθεν πάλιν εἰς συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος, ἐξηραμμένην ἔχων τὴν χεῖρα;
  • Mark 3:2 - καὶ παρετήρουν αὐτὸν, εἰ τοῖς Σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.
  • Mark 3:3 - καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν χεῖρα ἔχοντι ξηράν, ἔγειρε εἰς τὸ μέσον.
  • Mark 3:4 - καὶ λέγει αὐτοῖς, ἔξεστιν τοῖς Σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι? οἱ δὲ ἐσιώπων.
  • Mark 3:5 - καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συνλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, ἔκτεινον τὴν χεῖρα σου. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ.
  • Mark 3:6 - καὶ ἐξελθόντες, οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ’ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
逐节对照交叉引用