mat 13:46 UGNT
逐节对照
交叉引用
  • Revelation 21:21 - καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται; ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου. καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.
  • 1 Corinthians 3:21 - ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις; πάντα γὰρ ὑμῶν ἐστιν,
  • 1 Corinthians 3:22 - εἴτε Παῦλος, εἴτε Ἀπολλῶς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα; πάντα ὑμῶν,
  • 1 Corinthians 3:23 - ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.
  • Matthew 13:44 - ὁμοία ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
  • Acts 20:24 - ἀλλ’ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.
  • Galatians 6:14 - ἐμοὶ δὲ, μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ.
  • Luke 18:28 - εἶπεν δὲ ὁ Πέτρος, ἰδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.
  • Luke 18:29 - ὁ δὲ εἶπεν αὐτοῖς, ἀμὴν, λέγω ὑμῖν, ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γυναῖκα, ἢ ἀδελφοὺς, ἢ γονεῖς, ἢ τέκνα, εἵνεκεν τῆς Βασιλείας τοῦ Θεοῦ,
  • Luke 18:30 - ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ, ζωὴν αἰώνιον.
  • Mark 10:28 - ἤρξατο λέγειν ὁ Πέτρος αὐτῷ, ἰδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι.
  • Mark 10:29 - ἔφη ὁ Ἰησοῦς, ἀμὴν, λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ μητέρα, ἢ πατέρα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου,
  • Mark 10:30 - ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας, καὶ ἀδελφοὺς, καὶ ἀδελφὰς, καὶ μητέρας, καὶ τέκνα, καὶ ἀγροὺς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ, ζωὴν αἰώνιον.
  • Mark 10:31 - πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
  • Colossians 2:3 - ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.
  • Ephesians 3:8 - ἐμοὶ τῷ, ἐλαχιστοτέρῳ πάντων ἁγίων, ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι, τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ;
逐节对照交叉引用