mat 14:17 UGNT
逐节对照
交叉引用
  • Mark 6:37 - ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ, ἀπελθόντες, ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους, καὶ δώσομεν αὐτοῖς φαγεῖν?
  • Mark 6:38 - ὁ δὲ λέγει αὐτοῖς, πόσους ἄρτους ἔχετε? ὑπάγετε, ἴδετε. καὶ γνόντες λέγουσιν, πέντε καὶ δύο ἰχθύας.
  • Matthew 16:9 - οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε?
  • Luke 9:13 - εἶπεν δὲ πρὸς αὐτούς, δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν, οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες, ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
  • Mark 8:4 - καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας?
  • Mark 8:5 - καὶ ἠρώτα αὐτούς, πόσους ἔχετε ἄρτους? οἱ δὲ εἶπαν, ἑπτά.
  • Matthew 15:33 - καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί, πόθεν ἡμῖν ἐν ἐρημίᾳ, ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον?
  • Matthew 15:34 - καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, πόσους ἄρτους ἔχετε? οἱ δὲ εἶπον, ἑπτά, καὶ ὀλίγα ἰχθύδια.
  • John 6:5 - ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς Φίλιππον, πόθεν ἀγοράσωμεν ἄρτους, ἵνα φάγωσιν οὗτοι?
  • John 6:6 - τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν; αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.
  • John 6:7 - ἀπεκρίθη αὐτῷ Φίλιππος, διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος βραχύ τι λάβῃ.
  • John 6:8 - λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου,
  • John 6:9 - ἔστιν παιδάριον ὧδε, ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια, ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους?
逐节对照交叉引用