mat 14:20 NA28
逐节对照
交叉引用
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:37 - καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν. καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σπυρίδας πλήρεις.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:38 - οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων.
  • ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:11 - ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.
  • ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:12 - ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.
  • ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:13 - συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.
  • ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:14 - Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.
  • ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:7 - ἀπεκρίθη αὐτῷ [ὁ] Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ [τι] λάβῃ.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:33 - καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί· πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:6 - μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 8:16 - καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχουσιν.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 8:17 - καὶ γνοὺς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 8:18 - ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε,
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 8:19 - ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· δώδεκα.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 8:20 - ὅτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; καὶ λέγουσιν [αὐτῷ]· ἑπτά.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 8:21 - καὶ ἔλεγεν αὐτοῖς· οὔπω συνίετε;
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 1:53 - πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 9:17 - καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:8 - γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν· τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἔχετε;
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:9 - οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε;
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:10 - οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε;
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 8:8 - καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 8:9 - ἦσαν δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 6:42 - καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν,
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 6:43 - καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 6:44 - καὶ ἦσαν οἱ φαγόντες [τοὺς ἄρτους] πεντακισχίλιοι ἄνδρες.
逐节对照交叉引用