mat 14:27 UGNT
逐节对照
交叉引用
  • John 14:1 - μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία; πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.
  • John 14:2 - ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου, μοναὶ πολλαί εἰσιν; εἰ δὲ μή, εἶπον ἂν ὑμῖν, ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν;
  • John 14:3 - καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε.
  • Luke 1:13 - εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλεισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην.
  • Luke 24:38 - καὶ εἶπεν αὐτοῖς, τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν?
  • Luke 24:39 - ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι ἐγώ εἰμι αὐτός. ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
  • Luke 2:10 - καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, μὴ φοβεῖσθε; ἰδοὺ γὰρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ;
  • Luke 1:30 - καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, μὴ φοβοῦ, Μαριάμ; εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ;
  • Matthew 17:7 - καὶ προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν, ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
  • John 16:33 - ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
  • Matthew 28:10 - τότε λέγει αὐταῖς ὁ Ἰησοῦς, μὴ φοβεῖσθε. ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, καὶ ἐκεῖ με ὄψονται.
  • John 6:20 - ὁ δὲ λέγει αὐτοῖς, ἐγώ εἰμι; μὴ φοβεῖσθε.
  • Revelation 1:17 - καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ, ὡς νεκρός. καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ’ ἐμὲ λέγων, μὴ φοβοῦ; ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος,
  • Revelation 1:18 - καὶ ὁ ζῶν καὶ ἐγενόμην νεκρὸς, καὶ ἰδοὺ, ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾍδου.
  • Matthew 9:2 - καὶ ἰδοὺ, προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, εἶπεν τῷ παραλυτικῷ, θάρσει, τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι.
  • Acts 23:11 - τῇ δὲ ἐπιούσῃ νυκτὶ, ἐπιστὰς αὐτῷ, ὁ Κύριος εἶπεν, θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
逐节对照交叉引用