mat 18:1 UGNT
逐节对照
交叉引用
  • Matthew 5:19 - ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ Βασιλεία τῶν Οὐρανῶν; ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ Βασιλεία τῶν Οὐρανῶν.
  • Matthew 5:20 - λέγω γὰρ ὑμῖν, ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν.
  • Matthew 7:21 - οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.
  • Romans 12:10 - τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι; τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
  • Matthew 3:2 - λέγων, μετανοεῖτε, ἤγγικεν γὰρ ἡ Βασιλεία τῶν Οὐρανῶν.
  • Matthew 23:11 - ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
  • Philippians 2:3 - μηδὲν κατ’ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν,
  • Mark 10:35 - καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης, οἱ υἱοὶ Ζεβεδαίου λέγοντες αὐτῷ, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε, ποιήσῃς ἡμῖν.
  • Mark 10:36 - ὁ δὲ εἶπεν αὐτοῖς, τί θέλετε ποιήσω ὑμῖν?
  • Mark 10:37 - οἱ δὲ εἶπαν αὐτῷ, δὸς ἡμῖν, ἵνα εἷς σου ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου.
  • Mark 10:38 - ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι?
  • Mark 10:39 - οἱ δὲ εἶπαν αὐτῷ, δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, τὸ ποτήριον ὃ ἐγὼ πίνω, πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε;
  • Mark 10:40 - τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.
  • Mark 10:41 - καὶ ἀκούσαντες, οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.
  • Mark 10:42 - καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς, οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.
  • Mark 10:43 - οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν; ἀλλ’ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος;
  • Mark 10:44 - καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος.
  • Mark 10:45 - καὶ γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
  • Mark 10:14 - ἰδὼν δὲ, ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς, ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά; τῶν γὰρ τοιούτων ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ.
  • Mark 10:15 - ἀμὴν, λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν Βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
  • Luke 22:24 - ἐγένετο δὲ καὶ φιλονικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
  • Luke 22:25 - ὁ δὲ εἶπεν αὐτοῖς, οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν, εὐεργέται, καλοῦνται.
  • Luke 22:26 - ὑμεῖς δὲ οὐχ οὕτως; ἀλλ’ ὁ μείζων ἐν ὑμῖν, γενέσθω ὡς ὁ νεώτερος; καὶ ὁ ἡγούμενος, ὡς ὁ διακονῶν.
  • Luke 22:27 - τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν? οὐχὶ ὁ ἀνακείμενος? ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.
  • Luke 9:46 - εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
  • Luke 9:47 - ὁ δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίον, ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ,
  • Luke 9:48 - καὶ εἶπεν αὐτοῖς, ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται; καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστιν μέγας.
  • Matthew 20:20 - τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ’ αὐτοῦ.
  • Matthew 20:21 - ὁ δὲ εἶπεν αὐτῇ, τί θέλεις? λέγει αὐτῷ, εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
  • Matthew 20:22 - ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν? λέγουσιν αὐτῷ, δυνάμεθα.
  • Matthew 20:23 - λέγει αὐτοῖς, τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου.
  • Matthew 20:24 - καὶ ἀκούσαντες, οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
  • Matthew 20:25 - ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
  • Matthew 20:26 - οὐχ οὕτως ἔστιν ἐν ὑμῖν; ἀλλ’ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι, ἔσται ὑμῶν διάκονος;
  • Matthew 20:27 - καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος;
  • Matthew 20:28 - ὥσπερ ὁ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
  • Mark 9:33 - καὶ ἦλθον εἰς Καφαρναούμ; καὶ ἐν τῇ οἰκίᾳ γενόμενος, ἐπηρώτα αὐτούς, τί ἐν τῇ ὁδῷ διελογίζεσθε?
  • Mark 9:34 - οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων.
  • Mark 9:35 - καὶ καθίσας, ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.
  • Mark 9:36 - καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ, εἶπεν αὐτοῖς,
  • Mark 9:37 - ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται; καὶ ὃς ἂν ἐμὲ δέχηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.
逐节对照交叉引用