mat 19:2 UGNT
逐节对照
交叉引用
  • Matthew 14:35 - καὶ ἐπιγνόντες αὐτὸν, οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας,
  • Matthew 14:36 - καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ; καὶ ὅσοι ἥψαντο διεσώθησαν.
  • Matthew 4:23 - καὶ περιῆγεν ἐν ὅλῃ τῇ Γαλιλαίᾳ, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
  • Matthew 4:24 - καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν. καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς, ἔχοντας ποικίλαις νόσοις, καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους, καὶ σεληνιαζομένους, καὶ παραλυτικούς; καὶ ἐθεράπευσεν αὐτούς.
  • Matthew 4:25 - καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας, καὶ Δεκαπόλεως, καὶ Ἱεροσολύμων, καὶ Ἰουδαίας, καὶ πέραν τοῦ Ἰορδάνου.
  • Matthew 15:30 - καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ, ἔχοντες μεθ’ ἑαυτῶν χωλούς, τυφλούς, κυλλούς, κωφούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς;
  • Matthew 15:31 - ὥστε τὸν ὄχλον θαυμάσαι, βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, καὶ χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας; καὶ ἐδόξασαν τὸν Θεὸν Ἰσραήλ.
  • Mark 6:55 - περιέδραμον ὅλην τὴν χώραν ἐκείνην, καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι ἐστίν.
  • Mark 6:56 - καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας, ἢ εἰς πόλεις, ἢ εἰς ἀγροὺς, ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται; καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.
  • Matthew 9:35 - καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
  • Matthew 9:36 - ἰδὼν δὲ τοὺς ὄχλους, ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐριμμένοι, ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα.
  • Matthew 12:15 - ὁ δὲ Ἰησοῦς γνοὺς, ἀνεχώρησεν ἐκεῖθεν. καὶ ἠκολούθησαν αὐτῷ πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,
逐节对照交叉引用