mat 21:11 UGNT
逐节对照
交叉引用
  • Acts 3:22 - Μωϋσῆς μὲν εἶπεν, ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος, ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
  • Acts 3:23 - ἔσται δὲ πᾶσα ψυχὴ, ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ.
  • John 1:25 - καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ, τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς, οὐδὲ Ἠλείας, οὐδὲ ὁ προφήτης?
  • John 1:45 - εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ, ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ, τὸν ἀπὸ Ναζαρέτ.
  • John 1:46 - καὶ εἶπεν αὐτῷ Ναθαναήλ, ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι? λέγει αὐτῷ ὁ Φίλιππος, ἔρχου καὶ ἴδε.
  • Mark 6:15 - ἄλλοι δὲ ἔλεγον, ὅτι Ἠλείας ἐστίν; ἄλλοι δὲ ἔλεγον, ὅτι προφήτης, ὡς εἷς τῶν προφητῶν.
  • John 4:19 - λέγει αὐτῷ ἡ γυνή, κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
  • Luke 13:33 - πλὴν δεῖ με, σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι; ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ.
  • Luke 7:39 - ἰδὼν δὲ ὁ Φαρισαῖος, ὁ καλέσας αὐτὸν, εἶπεν ἐν ἑαυτῷ λέγων, οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.
  • Matthew 16:13 - ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων, τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ Ἀνθρώπου?
  • Matthew 16:14 - οἱ δὲ εἶπον, οἱ μὲν Ἰωάννην τὸν Βαπτιστήν; ἄλλοι δὲ Ἠλείαν; ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν.
  • Luke 24:19 - καὶ εἶπεν αὐτοῖς, ποῖα? οἱ δὲ εἶπαν αὐτῷ, τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ, προφήτης, δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ, ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ;
  • John 1:21 - καὶ ἠρώτησαν αὐτόν, τί οὖν? σὺ Ἠλείας εἶ? καὶ λέγει, οὐκ εἰμί. ὁ προφήτης εἶ σύ? καὶ ἀπεκρίθη, οὔ.
  • Acts 7:37 - οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἴπας τοῖς υἱοῖς Ἰσραήλ, προφήτην ὑμῖν ἀναστήσει ὁ Θεὸς, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.
  • Luke 7:16 - ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες, ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν! καὶ, ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ!
  • Matthew 2:23 - καὶ ἐλθὼν, κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ; ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.
  • John 9:17 - λέγουσιν οὖν τῷ τυφλῷ πάλιν, τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς? ὁ δὲ εἶπεν, ὅτι προφήτης ἐστίν.
  • John 7:40 - ἐκ τοῦ ὄχλου οὖν, ἀκούσαντες τῶν λόγων τούτων, ἔλεγον, οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης;
  • John 6:14 - οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἔλεγον, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.
逐节对照交叉引用