mat 21:34 UGNT
逐节对照
交叉引用
  • Matthew 22:3 - καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ, καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
  • Mark 12:2 - καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος.
  • Mark 12:3 - καὶ λαβόντες αὐτὸν, ἔδειραν καὶ ἀπέστειλαν κενόν.
  • Mark 12:4 - καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν.
  • Mark 12:5 - καὶ ἄλλον ἀπέστειλεν, κἀκεῖνον ἀπέκτειναν; καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες.
  • Luke 20:10 - καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ. οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν, δείραντες κενόν.
  • Luke 20:11 - καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον; οἱ δὲ, κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες, ἐξαπέστειλαν κενόν.
  • Luke 20:12 - καὶ προσέθετο τρίτον πέμψαι; οἱ δὲ καὶ τοῦτον τραυματίσαντες, ἐξέβαλον.
  • Luke 20:13 - εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσω? πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν; ἴσως τοῦτον ἐντραπήσονται.
  • Luke 20:14 - ἰδόντες δὲ αὐτὸν, οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες, οὗτός ἐστιν ὁ κληρονόμος; ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
  • Luke 20:15 - καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος?
  • Luke 20:16 - ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν, μὴ γένοιτο!
  • Luke 20:17 - ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν, τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας?
  • Luke 20:18 - πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον, συνθλασθήσεται; ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν.
  • Luke 20:19 - καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας, ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν; ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην.
逐节对照交叉引用