mat 21:39 UGNT
逐节对照
交叉引用
  • Acts 7:52 - τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν? καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε!
  • Matthew 26:50 - ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ἑταῖρε, ἐφ’ ὃ πάρει? τότε προσελθόντες, ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν.
  • Matthew 26:57 - οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν, ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
  • Acts 3:14 - ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα, φονέα χαρισθῆναι ὑμῖν;
  • Acts 3:15 - τὸν δὲ Ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
  • Luke 22:52 - εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν, ἀρχιερεῖς, καὶ στρατηγοὺς τοῦ ἱεροῦ, καὶ πρεσβυτέρους, ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων?
  • Luke 22:53 - καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ; ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα, καὶ ἡ ἐξουσία τοῦ σκότους.
  • Luke 22:54 - συνλαβόντες δὲ αὐτὸν, ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
  • John 18:24 - ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας, δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
  • Acts 4:25 - ὁ τοῦ πατρὸς ἡμῶν, διὰ Πνεύματος Ἁγίου στόματος Δαυεὶδ παιδός σου εἰπών, ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά?
  • Acts 4:26 - παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.
  • Acts 4:27 - συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πειλᾶτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
  • Mark 14:46 - οἱ δὲ ἐπέβαλαν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν.
  • Mark 14:47 - εἷς δέ τις τῶν παρεστηκότων, σπασάμενος τὴν μάχαιραν, ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον.
  • Mark 14:48 - καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συνλαβεῖν με?
  • Mark 14:49 - καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με; ἀλλ’ ἵνα πληρωθῶσιν αἱ Γραφαί.
  • Mark 14:50 - καὶ ἀφέντες αὐτὸν, ἔφυγον πάντες.
  • Mark 14:51 - καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ; καὶ κρατοῦσιν αὐτόν,
  • Mark 14:52 - ὁ δὲ καταλιπὼν τὴν σινδόνα, γυμνὸς ἔφυγεν.
  • Mark 14:53 - καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι, καὶ οἱ γραμματεῖς.
  • Acts 5:30 - ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε, κρεμάσαντες ἐπὶ ξύλου.
  • James 5:6 - κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον, οὐκ ἀντιτάσσεται ὑμῖν.
  • Acts 4:10 - γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
  • Hebrews 13:11 - ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς.
  • Hebrews 13:12 - διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν.
  • Hebrews 13:13 - τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες;
  • John 18:12 - ἡ οὖν σπεῖρα, καὶ ὁ χιλίαρχος, καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων, συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν.
  • Acts 2:23 - τοῦτον τῇ, ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ, ἔκδοτον διὰ χειρὸς ἀνόμων, προσπήξαντες ἀνείλατε.
逐节对照交叉引用