mat 21:7 NA28
逐节对照
交叉引用
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 19:32 - Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 19:33 - λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· τί λύετε τὸν πῶλον;
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 19:34 - οἱ δὲ εἶπαν· ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 19:35 - καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 11:4 - Καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 11:5 - καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· τί ποιεῖτε λύοντες τὸν πῶλον;
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 11:6 - οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν ὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 11:7 - Καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ αὐτόν.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 11:8 - καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν.
逐节对照交叉引用