mat 22:34 UGNT
逐节对照
交叉引用
  • Acts 5:24 - ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους, ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς διηπόρουν περὶ αὐτῶν, τί ἂν γένοιτο τοῦτο.
  • Acts 5:25 - παραγενόμενος δέ, τις ἀπήγγειλεν αὐτοῖς, ὅτι ἰδοὺ, οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ, ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν!
  • Acts 5:26 - τότε ἀπελθὼν, ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἦγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, μὴ λιθασθῶσιν.
  • Acts 5:27 - ἀγαγόντες δὲ αὐτοὺς, ἔστησαν ἐν τῷ Συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
  • Acts 5:28 - λέγων, παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ, πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
  • Acts 21:28 - κράζοντες, ἄνδρες, Ἰσραηλεῖται, βοηθεῖτε! οὗτός ἐστιν ὁ ἄνθρωπος, ὁ κατὰ τοῦ λαοῦ, καὶ τοῦ νόμου, καὶ τοῦ τόπου τούτου, πάντας πανταχῇ διδάσκων; ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.
  • Acts 21:29 - ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
  • Acts 21:30 - ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ; καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
  • John 11:47 - συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι Συνέδριον, καὶ ἔλεγον, τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα?
  • John 11:48 - ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτὸν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
  • John 11:49 - εἷς δέ τις ἐξ αὐτῶν, Καϊάφας ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, ὑμεῖς οὐκ οἴδατε οὐδέν!
  • John 11:50 - οὐδὲ λογίζεσθε, ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
  • Acts 19:23 - ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον, τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
  • Acts 19:24 - Δημήτριος γάρ τις ὀνόματι ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν;
  • Acts 19:25 - οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν.
  • Acts 19:26 - καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, ὁ Παῦλος οὗτος πείσας, μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ, οἱ διὰ χειρῶν γινόμενοι.
  • Acts 19:27 - οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν, τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν, εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
  • Acts 19:28 - ἀκούσαντες δὲ, καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
  • Matthew 12:14 - ἐξελθόντες δὲ, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
  • Matthew 25:3 - αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον;
  • Matthew 25:4 - αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις, μετὰ τῶν λαμπάδων ἑαυτῶν.
  • Matthew 25:5 - χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.
  • Mark 12:28 - καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συνζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν, ποία ἐστὶν ἐντολὴ πρώτη πάντων?
  • Mark 12:29 - ἀπεκρίθη ὁ Ἰησοῦς, ὅτι πρώτη ἐστίν, ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν,
  • Mark 12:30 - καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.
  • Mark 12:31 - δευτέρα αὕτη, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.
逐节对照交叉引用