mat 22:35 UGNT
逐节对照
交叉引用
  • Mark 10:2 - καὶ προσελθόντες, Φαρισαῖοι ἐπηρώτων αὐτὸν, εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι? πειράζοντες αὐτόν.
  • Luke 10:25 - καὶ ἰδοὺ, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτὸν λέγων, Διδάσκαλε, τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω?
  • Luke 10:26 - ὁ δὲ εἶπεν πρὸς αὐτόν, ἐν τῷ νόμῳ τί γέγραπται? πῶς ἀναγινώσκεις?
  • Luke 10:27 - ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης καρδίας σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου; καὶ, τὸν πλησίον σου ὡς σεαυτόν.
  • Luke 10:28 - εἶπεν δὲ αὐτῷ, ὀρθῶς ἀπεκρίθης. τοῦτο ποίει, καὶ ζήσῃ.
  • Luke 10:29 - ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν, εἶπεν πρὸς τὸν Ἰησοῦν, καὶ τίς ἐστίν μου πλησίον?
  • Luke 10:30 - ὑπολαβὼν δὲ Ἰησοῦς εἶπεν, ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰερειχὼ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν, καὶ πληγὰς ἐπιθέντες, ἀπῆλθον ἀφέντες ἡμιθανῆ.
  • Luke 10:31 - κατὰ συνκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν;
  • Luke 10:32 - ὁμοίως δὲ καὶ Λευείτης κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν.
  • Luke 10:33 - Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτὸν, καὶ ἰδὼν ἐσπλαγχνίσθη
  • Luke 10:34 - καὶ προσελθὼν, κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον; ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ.
  • Luke 10:35 - καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν, ἔδωκεν δύο δηνάρια τῷ πανδοχεῖ, καὶ εἶπεν, ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
  • Luke 10:36 - τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι, τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς?
  • Luke 10:37 - ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
  • Luke 11:45 - ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, Διδάσκαλε, ταῦτα λέγων, καὶ ἡμᾶς ὑβρίζεις.
  • Luke 11:46 - ὁ δὲ εἶπεν, καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί! ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.
  • Titus 3:13 - Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
  • Matthew 22:18 - γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν, τί με πειράζετε, ὑποκριταί?
  • Luke 14:3 - καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων, ἔξεστιν τῷ Σαββάτῳ θεραπεῦσαι ἢ οὔ?
  • Luke 11:52 - οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως; αὐτοὶ οὐκ εἰσήλθατε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.
  • Luke 7:30 - οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ, τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ.)
逐节对照交叉引用