mat 22:39 UGNT
逐节对照
交叉引用
  • Galatians 6:10 - ἄρα οὖν, ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
  • Romans 15:2 - ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.
  • James 2:8 - εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν, κατὰ τὴν Γραφήν, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε.
  • Matthew 19:19 - τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
  • Galatians 5:14 - ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
  • Romans 13:9 - τὸ γάρ, οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή ἐν τῷ λόγῳ τούτῳ, ἀνακεφαλαιοῦται, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
  • Romans 13:10 - ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται; πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
  • Luke 10:27 - ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης καρδίας σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου; καὶ, τὸν πλησίον σου ὡς σεαυτόν.
  • Luke 10:28 - εἶπεν δὲ αὐτῷ, ὀρθῶς ἀπεκρίθης. τοῦτο ποίει, καὶ ζήσῃ.
  • Luke 10:29 - ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν, εἶπεν πρὸς τὸν Ἰησοῦν, καὶ τίς ἐστίν μου πλησίον?
  • Luke 10:30 - ὑπολαβὼν δὲ Ἰησοῦς εἶπεν, ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰερειχὼ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν, καὶ πληγὰς ἐπιθέντες, ἀπῆλθον ἀφέντες ἡμιθανῆ.
  • Luke 10:31 - κατὰ συνκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν;
  • Luke 10:32 - ὁμοίως δὲ καὶ Λευείτης κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν.
  • Luke 10:33 - Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτὸν, καὶ ἰδὼν ἐσπλαγχνίσθη
  • Luke 10:34 - καὶ προσελθὼν, κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον; ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ.
  • Luke 10:35 - καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν, ἔδωκεν δύο δηνάρια τῷ πανδοχεῖ, καὶ εἶπεν, ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
  • Luke 10:36 - τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι, τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς?
  • Luke 10:37 - ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
  • Mark 12:31 - δευτέρα αὕτη, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.
逐节对照交叉引用