mat 22:40 UGNT
逐节对照
交叉引用
  • Romans 3:19 - οἴδαμεν δὲ, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ.
  • Romans 3:20 - διότι ἐξ ἔργων νόμου, οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ; διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
  • Romans 3:21 - νυνὶ δὲ χωρὶς νόμου, δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν;
  • James 2:8 - εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν, κατὰ τὴν Γραφήν, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε.
  • 1 Timothy 1:5 - τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς, καὶ πίστεως ἀνυποκρίτου;
  • John 1:17 - ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
  • 1 John 4:19 - ἡμεῖς ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
  • 1 John 4:20 - ἐάν τις εἴπῃ, ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν; ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακεν, τὸν Θεὸν, ὃν οὐχ ἑώρακεν, οὐ δύναται ἀγαπᾶν.
  • 1 John 4:21 - καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
  • Matthew 7:12 - πάντα οὖν, ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
  • Romans 13:9 - τὸ γάρ, οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή ἐν τῷ λόγῳ τούτῳ, ἀνακεφαλαιοῦται, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
逐节对照交叉引用