mat 23:1 UGNT
逐节对照
交叉引用
  • Mark 7:14 - καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, ἀκούσατέ μου πάντες καὶ σύνετε:
  • Mark 12:38 - καὶ ἐν τῇ διδαχῇ αὐτοῦ, ἔλεγεν, βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς,
  • Mark 12:39 - καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις;
  • Luke 12:57 - τί δὲ καὶ ἀφ’ ἑαυτῶν, οὐ κρίνετε τὸ δίκαιον?
  • Luke 20:45 - ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ,
  • Luke 20:46 - προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
  • Matthew 15:10 - καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς, ἀκούετε καὶ συνίετε!
  • Matthew 15:11 - οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
  • Matthew 15:12 - τότε προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ, οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν?
  • Matthew 15:13 - ὁ δὲ ἀποκριθεὶς εἶπεν, πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.
  • Matthew 15:14 - ἄφετε αὐτούς; ὁδηγοί εἰσιν τυφλοί τυφλὸς, δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
  • Matthew 15:15 - ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, φράσον ἡμῖν τὴν παραβολήν.
  • Matthew 15:16 - ὁ δὲ εἶπεν, ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε?
  • Matthew 15:17 - οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα, εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται?
  • Matthew 15:18 - τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
  • Matthew 15:19 - ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.
  • Matthew 15:20 - ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον; τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν, οὐ κοινοῖ τὸν ἄνθρωπον.
  • Luke 12:1 - ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
逐节对照交叉引用