mat 24:12 UGNT
逐节对照
交叉引用
  • Revelation 2:10 - μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν. ἰδοὺ, μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν, ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
  • James 5:1 - ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε, ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.
  • James 5:2 - ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν.
  • James 5:3 - ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
  • James 5:4 - ἰδοὺ, ὁ μισθὸς τῶν ἐργατῶν, τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ ἀφυστερημένος ἀφ’ ὑμῶν, κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων, εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσελήλυθαν.
  • James 5:5 - ἐτρυφήσατε ἐπὶ τῆς γῆς. καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς.
  • James 5:6 - κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον, οὐκ ἀντιτάσσεται ὑμῖν.
  • Revelation 3:15 - οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.
  • Revelation 2:4 - ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες.
  • Revelation 2:5 - μνημόνευε οὖν πόθεν πέπτωκας καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον. εἰ δὲ μή, ἔρχομαί σοι καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
  • James 4:1 - πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν? οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν, τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν?
  • James 4:2 - ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε; φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν; μάχεσθε καὶ πολεμεῖτε; οὐκ ἔχετε, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς;
  • James 4:3 - αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
  • James 4:4 - μοιχαλίδες! οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου, ἔχθρα τοῦ Θεοῦ ἐστιν? ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.
逐节对照交叉引用