mat 24:37 UGNT
逐节对照
交叉引用
  • Matthew 24:39 - καὶ οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας; οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
  • 1 Peter 3:20 - ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγοι, τοῦτ’ ἔστιν, ὀκτὼ ψυχαί, διεσώθησαν δι’ ὕδατος.
  • 1 Peter 3:21 - ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς, ἐπερώτημα εἰς Θεόν δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,
  • 2 Peter 2:5 - καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον, Νῶε, δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας;
  • 2 Peter 3:6 - δι’ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο.
  • Hebrews 11:7 - πίστει χρηματισθεὶς, Νῶε, περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς, κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης, ἐγένετο κληρονόμος.
  • Luke 17:26 - καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου:
  • Luke 17:27 - ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας.
逐节对照交叉引用