mat 25:13 NA28
逐节对照
交叉引用
  • ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ 4:5 - Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
  • ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:15 - Ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ.
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ 4:7 - Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχὰς
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 - ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20:31 - διὸ γρηγορεῖτε μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:50 - ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 16:13 - Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ 5:8 - νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν·
  • ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Αʹ 5:6 - ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποὶ ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33 - Βλέπετε, ἀγρυπνεῖτε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 13:34 - Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν ἑκάστῳ τὸ ἔργον αὐτοῦ καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35 - γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ,
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 13:36 - μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 13:37 - ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω, γρηγορεῖτε.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:42 - Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:43 - Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:44 - διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
逐节对照交叉引用