mat 26:30 UGNT
逐节对照
交叉引用
  • Mark 14:26 - καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.
  • Mark 14:27 - καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, ὅτι πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ τὰ πρόβατα διασκορπισθήσονται.
  • Mark 14:28 - ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
  • Mark 14:29 - ὁ δὲ Πέτρος ἔφη αὐτῷ, εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ.
  • Mark 14:30 - καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀμὴν, λέγω σοι, ὅτι σὺ σήμερον, ταύτῃ τῇ νυκτὶ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρίς με ἀπαρνήσῃ.
  • Mark 14:31 - ὁ δὲ ἐκπερισσῶς ἐλάλει, ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
  • Colossians 3:16 - ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ, διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς, ἐν τῇ χάριτι, ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ.
  • Colossians 3:17 - καὶ πᾶν, ὅ τι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ Πατρὶ δι’ αὐτοῦ.
  • John 14:31 - ἀλλ’ ἵνα γνῷ ὁ κόσμος, ὅτι ἀγαπῶ τὸν Πατέρα, καὶ καθὼς ἐνετείλατο μοι ὁ Πατὴρ, οὕτως ποιῶ. ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
  • Luke 21:37 - ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος, ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν.
  • John 18:1 - ταῦτα εἰπὼν, Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κεδρὼν, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
  • John 18:2 - ᾔδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
  • John 18:3 - ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν, καὶ λαμπάδων, καὶ ὅπλων.
  • John 18:4 - Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν, ἐξελθὼν εἶπεν αὐτοῖς, τίνα ζητεῖτε?
  • Matthew 21:1 - καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς
  • Ephesians 5:19 - λαλοῦντες ἑαυτοῖς ἐν ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς; ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ;
  • Ephesians 5:20 - εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρί;
  • Luke 22:39 - καὶ ἐξελθὼν, ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί.
逐节对照交叉引用