mat 26:32 UGNT
逐节对照
交叉引用
  • John 21:1 - μετὰ ταῦτα, ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος; ἐφανέρωσεν δὲ οὕτως:
  • John 21:2 - ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
  • John 21:3 - λέγει αὐτοῖς Σίμων Πέτρος, ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ, ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
  • John 21:4 - πρωΐας δὲ ἤδη γενομένης, ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν; οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν.
  • John 21:5 - λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, παιδία, μή τι προσφάγιον ἔχετε? ἀπεκρίθησαν αὐτῷ, οὔ.
  • John 21:6 - ὁ δὲ εἶπεν αὐτοῖς, βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
  • John 21:7 - λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, ὁ Κύριός ἐστιν. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.
  • John 21:8 - οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
  • John 21:9 - ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην, καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον.
  • John 21:10 - λέγει αὐτοῖς ὁ Ἰησοῦς, ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
  • John 21:11 - ἀνέβη οὖν Σίμων Πέτρος, καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν; καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον.
  • John 21:12 - λέγει αὐτοῖς ὁ Ἰησοῦς, δεῦτε, ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, σὺ τίς εἶ? εἰδότες ὅτι ὁ Κύριός ἐστιν.
  • John 21:13 - ἔρχεται Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
  • John 21:14 - τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς, ἐγερθεὶς ἐκ νεκρῶν.
  • Matthew 27:63 - λέγοντες, κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
  • Matthew 27:64 - κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ, κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν; καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
  • Matthew 28:6 - οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν. δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο.
  • Matthew 28:7 - καὶ ταχὺ πορευθεῖσαι, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν; καὶ ἰδοὺ, προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν; ἐκεῖ αὐτὸν ὄψεσθε. ἰδοὺ, εἶπον ὑμῖν.
  • 1 Corinthians 15:6 - ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν.
  • Matthew 20:19 - καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν, εἰς τὸ ἐμπαῖξαι, καὶ μαστιγῶσαι, καὶ σταυρῶσαι; καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
  • Mark 14:28 - ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
  • Mark 9:9 - καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
  • Mark 9:10 - καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς, συνζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.
  • Matthew 16:21 - ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς Χριστός δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν, καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων, καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
  • Mark 16:7 - ἀλλὰ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν; ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.
  • Matthew 28:16 - οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς.
  • Luke 18:33 - καὶ μαστιγώσαντες, ἀποκτενοῦσιν αὐτόν; καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀναστήσεται.
  • Luke 18:34 - καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν; καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν; καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
  • Matthew 28:10 - τότε λέγει αὐταῖς ὁ Ἰησοῦς, μὴ φοβεῖσθε. ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, καὶ ἐκεῖ με ὄψονται.
逐节对照交叉引用