mat 27:33 UGNT
逐节对照
交叉引用
  • Luke 23:27 - ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
  • Luke 23:28 - στραφεὶς δὲ πρὸς αὐτὰς, ὁ Ἰησοῦς εἶπεν, θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ, πλὴν ἐφ’ ἑαυτὰς κλαίετε, καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
  • Luke 23:29 - ὅτι ἰδοὺ, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, μακάριαι αἱ στεῖραι, καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν.
  • Luke 23:30 - τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, πέσετε ἐφ’ ἡμᾶς; καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς.
  • Luke 23:31 - ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ, ταῦτα ποιοῦσιν; ἐν τῷ ξηρῷ, τί γένηται?
  • Luke 23:32 - ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.
  • Luke 23:33 - καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
  • Luke 23:34 - διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον κλῆρον.
  • Luke 23:35 - καὶ ἵστήκει, ὁ λαὸς θεωρῶν ἐξεμυκτήριζον, δὲ καὶ οἱ ἄρχοντες λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς, τοῦ Θεοῦ, ὁ ἐκλεκτός.
  • Luke 23:36 - ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι ὄξος προσφέροντες αὐτῷ,
  • Luke 23:37 - καὶ λέγοντες, εἰ σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν!
  • Luke 23:38 - ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ, ὁ Βασιλεὺς τῶν Ἰουδαίων οὗτος.
  • Luke 23:44 - καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.
  • John 19:23 - οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσερα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου.
  • John 19:24 - εἶπον οὖν πρὸς ἀλλήλους, μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται; ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ λέγουσα, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν;
  • Mark 15:34 - καὶ τῇ ἐνάτῃ ὥρᾳ, ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, Ἐλωῒ, Ἐλωῒ, λεμὰ σαβαχθάνει? ὅ ἐστιν μεθερμηνευόμενον, ὁ Θεός μου, ὁ Θεός μου, εἰς τί ἐγκατέλιπές με?
  • John 19:17 - καὶ βαστάζων ἑαυτῷ τὸν σταυρὸν, ἐξῆλθεν εἰς τὸν λεγόμενον, Κρανίου Τόπον, ὃ λέγεται Ἑβραϊστὶ, Γολγοθᾶ;
  • John 19:18 - ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
  • John 19:19 - ἔγραψεν δὲ καὶ τίτλον ὁ Πειλᾶτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ. ἦν δὲ γεγραμμένον, Ἰησοῦς ὁ Ναζωραῖος, ὁ Βασιλεὺς τῶν Ἰουδαίων.
  • Mark 15:22 - καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθᾶν, τόπον ὅ ἐστιν μεθερμηνευόμενον, Κρανίου Τόπος.
  • Mark 15:23 - καὶ ἐδίδουν αὐτῷ, ἐσμυρνισμένον οἶνον; ὃς δὲ οὐκ ἔλαβεν.
  • Mark 15:24 - καὶ σταυρώσαντες αὐτὸν, καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ’ αὐτὰ, τίς τί ἄρῃ.
  • Mark 15:25 - ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν.
  • Mark 15:26 - καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, ὁ Βασιλεὺς τῶν Ἰουδαίων.
  • Mark 15:27 - καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
  • Mark 15:28 - [Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα Καὶ μετὰ ἀνόμων ἐλογίσθη.]
  • Mark 15:29 - καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, οὐὰ, ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις,
  • Mark 15:30 - σῶσον σεαυτὸν, καταβὰς ἀπὸ τοῦ σταυροῦ!
  • Mark 15:31 - ὁμοίως καὶ οἱ ἀρχιερεῖς, ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.
  • Mark 15:32 - ὁ Χριστὸς, ὁ Βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν! καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν.
逐节对照交叉引用