mat 27:38 UGNT
逐节对照
交叉引用
  • Matthew 27:44 - τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ, οἱ συνσταυρωθέντες σὺν αὐτῷ, ὠνείδιζον αὐτόν.
  • John 19:31 - οἱ οὖν Ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ Σαββάτῳ (ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ Σαββάτου), ἠρώτησαν τὸν Πειλᾶτον, ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.
  • John 19:32 - ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη, καὶ τοῦ ἄλλου τοῦ συνσταυρωθέντος αὐτῷ;
  • John 19:33 - ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη.
  • John 19:34 - ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ.
  • John 19:35 - καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύητε.
  • Mark 15:27 - καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
  • Luke 23:39 - εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν λέγων, οὐχὶ σὺ εἶ ὁ Χριστός? σῶσον σεαυτὸν καὶ ἡμᾶς!
  • Luke 23:40 - ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη, οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ?
  • Luke 23:41 - καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν; οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.
  • Luke 23:42 - καὶ ἔλεγεν, Ἰησοῦ, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου
  • Luke 23:43 - καὶ εἶπεν αὐτῷ, ἀμήν, σοι λέγω, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ.
  • Luke 23:32 - ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.
  • Luke 23:33 - καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
  • Luke 22:37 - λέγω γὰρ ὑμῖν, ὅτι τοῦτο τὸ γεγραμμένον, δεῖ τελεσθῆναι ἐν ἐμοί, τό καὶ μετὰ ἀνόμων ἐλογίσθη; καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.
  • John 19:18 - ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
逐节对照交叉引用