mat 27:39 NA28
逐节对照
交叉引用
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 15:29 - Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις,
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 15:30 - σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ.
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ 2:22 - ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ 2:23 - ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως,
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ 2:24 - ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν, οὗ τῷ μώλωπι ἰάθητε.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 23:35 - Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες· ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 23:36 - ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 23:37 - καὶ λέγοντες· εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 - ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ· ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 23:39 - Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.
逐节对照交叉引用