mat 4:1 UGNT
逐节对照
交叉引用
  • Acts 8:39 - ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος; ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
  • Romans 8:14 - ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοί Θεοῦ εἰσιν.
  • John 14:30 - οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν; ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν,
  • Hebrews 4:15 - οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συνπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.
  • Hebrews 4:16 - προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος, καὶ χάριν εὕρωμεν, εἰς εὔκαιρον βοήθειαν.
  • Mark 1:12 - καὶ εὐθὺς τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
  • Mark 1:13 - καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας, πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
  • Mark 1:14 - μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τοῦ Θεοῦ
  • Mark 1:15 - καὶ λέγων, ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ Βασιλεία τοῦ Θεοῦ; μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
  • Luke 4:1 - Ἰησοῦς δὲ πλήρης Πνεύματος Ἁγίου, ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι ἐν τῇ ἐρήμῳ,
  • Luke 4:2 - ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν, ἐπείνασεν.
  • Luke 4:3 - εἶπεν δὲ αὐτῷ ὁ διάβολος, εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ, ἵνα γένηται ἄρτος.
  • Luke 4:4 - καὶ ἀπεκρίθη πρὸς αὐτὸν ὁ Ἰησοῦς, γέγραπται, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος.
  • Luke 4:5 - καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου.
  • Luke 4:6 - καὶ εἶπεν αὐτῷ ὁ διάβολος, σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἐὰν θέλω, δίδωμι αὐτήν.
  • Luke 4:7 - σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.
  • Luke 4:8 - καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ, γέγραπται, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
  • Luke 4:9 - ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ, καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω;
  • Luke 4:10 - γέγραπται γὰρ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε;
  • Luke 4:11 - καὶ, ὅτι ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
  • Luke 4:12 - καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι εἴρηται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.
  • Luke 4:13 - καὶ συντελέσας πάντα πειρασμὸν, ὁ διάβολος ἀπέστη ἀπ’ αὐτοῦ ἄχρι καιροῦ.
  • Hebrews 2:18 - ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς, πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
逐节对照交叉引用