mat 4:11 UGNT
逐节对照
交叉引用
  • Mark 1:13 - καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας, πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
  • Luke 4:13 - καὶ συντελέσας πάντα πειρασμὸν, ὁ διάβολος ἀπέστη ἀπ’ αὐτοῦ ἄχρι καιροῦ.
  • 1 Timothy 3:16 - καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον: ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήμφθη ἐν δόξῃ.
  • Matthew 4:6 - καὶ λέγει αὐτῷ, εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω; γέγραπται γὰρ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ, ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
  • Matthew 28:2 - καὶ ἰδοὺ, σεισμὸς ἐγένετο μέγας; ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν, ἀπεκύλισε τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
  • Matthew 28:3 - ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών.
  • Matthew 28:4 - ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ, ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγενήθησαν ὡς νεκροί.
  • Matthew 28:5 - ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν, μὴ φοβεῖσθε ὑμεῖς; οἶδα γὰρ ὅτι Ἰησοῦν, τὸν ἐσταυρωμένον, ζητεῖτε.
  • John 14:30 - οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν; ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν,
  • Luke 22:53 - καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ; ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα, καὶ ἡ ἐξουσία τοῦ σκότους.
  • Hebrews 1:6 - ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.
  • Revelation 5:11 - καὶ εἶδον, καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου, καὶ τῶν ζῴων, καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
  • Revelation 5:12 - λέγοντες φωνῇ μεγάλῃ, ἄξιόν ἐστιν τὸ Ἀρνίον τὸ ἐσφαγμένον, λαβεῖν τὴν δύναμιν, καὶ πλοῦτον, καὶ σοφίαν, καὶ ἰσχὺν, καὶ τιμὴν, καὶ δόξαν, καὶ εὐλογίαν!
  • Luke 22:43 - [Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν.
  • Hebrews 1:14 - οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν?
  • Matthew 26:53 - ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων?
逐节对照交叉引用