mat 4:14 UGNT
逐节对照
交叉引用
  • Matthew 2:23 - καὶ ἐλθὼν, κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ; ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.
  • Matthew 2:15 - καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου; ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος, ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.
  • Matthew 26:54 - πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ, ὅτι οὕτως δεῖ γενέσθαι?
  • Luke 22:37 - λέγω γὰρ ὑμῖν, ὅτι τοῦτο τὸ γεγραμμένον, δεῖ τελεσθῆναι ἐν ἐμοί, τό καὶ μετὰ ἀνόμων ἐλογίσθη; καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.
  • Luke 24:44 - εἶπεν δὲ πρὸς αὐτούς, οὗτοι οἱ λόγοι μου, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τοῖς προφήταις, καὶ ψαλμοῖς, περὶ ἐμοῦ.
  • Matthew 26:56 - τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες, ἀφέντες αὐτὸν ἔφυγον.
  • John 19:28 - μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς, ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ Γραφὴ, λέγει, διψῶ.
  • John 15:25 - ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος, ὅτι ἐμίσησάν με δωρεάν.
  • John 19:36 - ἐγένετο γὰρ ταῦτα, ἵνα ἡ Γραφὴ πληρωθῇ, ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.
  • John 19:37 - καὶ πάλιν ἑτέρα Γραφὴ λέγει, ὄψονται εἰς ὃν ἐξεκέντησαν.
  • Matthew 8:17 - ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος, αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.
  • Matthew 12:17 - ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος,
  • Matthew 12:18 - ἰδοὺ, ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
  • Matthew 12:19 - οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
  • Matthew 12:20 - κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
  • Matthew 12:21 - καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
  • Matthew 1:22 - τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος,
逐节对照交叉引用