mat 5:10 UGNT
逐节对照
交叉引用
  • Acts 5:40 - καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν.
  • Acts 8:1 - Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν, τὴν ἐν Ἱεροσολύμοις. πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων.
  • Matthew 10:23 - ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν; ἀμὴν, γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου.
  • 1 John 3:12 - οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν, καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ; καὶ χάριν τίνος ἔσφαξεν αὐτόν? ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ, δίκαια.
  • Luke 6:20 - καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν, μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ.
  • Mark 10:30 - ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας, καὶ ἀδελφοὺς, καὶ ἀδελφὰς, καὶ μητέρας, καὶ τέκνα, καὶ ἀγροὺς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ, ζωὴν αἰώνιον.
  • Romans 8:35 - τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ? θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα?
  • Romans 8:36 - καθὼς γέγραπται, ὅτι ἕνεκεν σοῦ, θανατούμεθα ὅλην τὴν ἡμέραν; ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
  • Romans 8:37 - ἀλλ’ ἐν τούτοις πᾶσιν, ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
  • Romans 8:38 - πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις,
  • Romans 8:39 - οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα, δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν.
  • 1 Corinthians 4:9 - δοκῶ γάρ ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
  • 1 Corinthians 4:10 - ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ; ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί; ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
  • 1 Corinthians 4:11 - ἄχρι τῆς ἄρτι ὥρας, καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνιτεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν,
  • 1 Corinthians 4:12 - καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν. λοιδορούμενοι, εὐλογοῦμεν; διωκόμενοι, ἀνεχόμεθα;
  • 1 Corinthians 4:13 - δυσφημούμενοι, παρακαλοῦμεν; ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
  • 1 Peter 4:12 - ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος,
  • 1 Peter 4:13 - ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν, χαίρετε ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
  • 1 Peter 4:14 - εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα, ἐφ’ ὑμᾶς ἀναπαύεται.
  • 1 Peter 4:15 - μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς, ἢ κλέπτης, ἢ κακοποιὸς, ἢ ὡς ἀλλοτριεπίσκοπος,
  • 1 Peter 4:16 - εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ ὀνόματι τούτῳ.
  • Revelation 2:10 - μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν. ἰδοὺ, μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν, ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
  • 2 Thessalonians 1:4 - ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐνκαυχᾶσθαι, ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ, ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν, καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν, καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε;
  • 2 Thessalonians 1:5 - ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς Βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε;
  • 2 Thessalonians 1:6 - εἴπερ δίκαιον παρὰ Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν,
  • 2 Thessalonians 1:7 - καὶ ὑμῖν τοῖς θλιβομένοις, ἄνεσιν μεθ’ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ, μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ,
  • Matthew 25:34 - τότε ἐρεῖ ὁ Βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
  • John 15:20 - μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν; εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.
  • Philippians 1:28 - καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας, ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ;
  • 2 Timothy 3:11 - τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις; οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων, με ἐρρύσατο ὁ Κύριος.
  • Luke 21:12 - πρὸ δὲ τούτων πάντων, ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου.
  • Luke 6:22 - μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου;
  • 2 Timothy 2:12 - εἰ ὑπομένομεν, καὶ συνβασιλεύσομεν; εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς;
  • 2 Corinthians 4:8 - ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι; ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι;
  • 2 Corinthians 4:9 - διωκόμενοι, ἀλλ’ οὐκ ἐνκαταλειπόμενοι; καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι;
  • 2 Corinthians 4:10 - πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ;
  • 2 Corinthians 4:11 - ἀεὶ γὰρ ἡμεῖς, οἱ ζῶντες, εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.
  • 2 Corinthians 4:12 - ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
  • James 1:2 - πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,
  • James 1:3 - γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν.
  • James 1:4 - ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.
  • James 1:5 - εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος, Θεοῦ, πᾶσιν ἁπλῶς, καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ.
  • 2 Corinthians 4:17 - τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης, κατεργάζεται ἡμῖν,
  • Matthew 5:3 - μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν.
  • 1 Peter 3:13 - καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε?
  • 1 Peter 3:14 - ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν, μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε;
  • James 1:12 - μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος, λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν.
逐节对照交叉引用