mat 5:31 NA28
逐节对照
交叉引用
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 10:2 - Καὶ προσελθόντες Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 10:3 - ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωϋσῆς;
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 10:4 - οἱ δὲ εἶπαν· ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 10:5 - ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 10:6 - ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς·
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 10:7 - ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα [καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ],
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 10:8 - καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ.
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 10:9 - ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:3 - Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:7 - Λέγουσιν αὐτῷ· τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι [αὐτήν];
逐节对照交叉引用