mat 5:44 UGNT
逐节对照
交叉引用
  • 1 Corinthians 4:12 - καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν. λοιδορούμενοι, εὐλογοῦμεν; διωκόμενοι, ἀνεχόμεθα;
  • 1 Corinthians 4:13 - δυσφημούμενοι, παρακαλοῦμεν; ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
  • 1 Corinthians 13:4 - ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται; ἡ ἀγάπη οὐ ζηλοῖ; ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,
  • 1 Corinthians 13:5 - οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,
  • 1 Corinthians 13:6 - οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συνχαίρει δὲ τῇ ἀληθείᾳ;
  • 1 Corinthians 13:7 - πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
  • 1 Corinthians 13:8 - ἡ ἀγάπη οὐδέποτε πίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται; εἴτε γλῶσσαι, παύσονται; εἴτε γνῶσις, καταργηθήσεται.
  • Luke 6:34 - καὶ ἐὰν δανίσητε παρ’ ὧν ἐλπίζετε λαβεῖν, ποία ὑμῖν χάρις ἐστίν? καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν, ἵνα ἀπολάβωσιν τὰ ἴσα.
  • Luke 6:35 - πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανίζετε μηδὲν ἀπελπίζοντες; καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου; ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
  • Acts 7:60 - θεὶς δὲ τὰ γόνατα, ἔκραξεν φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν. καὶ τοῦτο εἰπὼν, ἐκοιμήθη.
  • 1 Peter 2:23 - ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει; πάσχων, οὐκ ἠπείλει; παρεδίδου δὲ τῷ κρίνοντι δικαίως;
  • Luke 23:34 - διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον κλῆρον.
  • Luke 6:27 - ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,
  • Luke 6:28 - εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προσεύχεσθε περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς.
  • 1 Peter 3:9 - μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες; ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
  • Romans 12:20 - ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν; ἐὰν διψᾷ, πότιζε αὐτόν; τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
  • Romans 12:21 - μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
  • Romans 12:14 - εὐλογεῖτε τοὺς διώκοντας, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
逐节对照交叉引用