mat 6:14 UGNT
逐节对照
交叉引用
  • 1 John 3:10 - ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ Θεοῦ, καὶ τὰ τέκνα τοῦ διαβόλου: πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.
  • Matthew 6:12 - καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν;
  • Matthew 18:21 - τότε προσελθὼν, ὁ Πέτρος εἶπεν αὐτῷ, Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ? ἕως ἑπτάκις?
  • Matthew 18:22 - λέγει αὐτῷ ὁ Ἰησοῦς, οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά!
  • Matthew 18:23 - διὰ τοῦτο ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.
  • Matthew 18:24 - ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη εἷς αὐτῷ ὀφειλέτης μυρίων ταλάντων.
  • Matthew 18:25 - μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχεν, καὶ ἀποδοθῆναι.
  • Matthew 18:26 - πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων, Κύριε, μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα ἀποδώσω σοι.
  • Matthew 18:27 - σπλαγχνισθεὶς δὲ, ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνιον ἀφῆκεν αὐτῷ.
  • Matthew 18:28 - ἐξελθὼν δὲ, ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων, ἀπόδος εἴ τι ὀφείλεις.
  • Matthew 18:29 - πεσὼν οὖν, ὁ σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων, μακροθύμησον ἐπ’ ἐμοί, καὶ ἀποδώσω σοι.
  • Matthew 18:30 - ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν, ἔβαλεν αὐτὸν εἰς φυλακὴν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.
  • Matthew 18:31 - ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα, ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.
  • Matthew 18:32 - τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ, δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με.
  • Matthew 18:33 - οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα?
  • Matthew 18:34 - καὶ ὀργισθεὶς, ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον.
  • Matthew 18:35 - οὕτως καὶ ὁ Πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.
  • James 2:13 - ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος. κατακαυχᾶται ἔλεος κρίσεως.
  • Matthew 7:2 - ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε; καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν.
  • Colossians 3:13 - ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν; καθὼς καὶ ὁ Κύριος ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς.
  • Ephesians 4:32 - γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν.
  • Mark 11:25 - καὶ ὅταν στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
逐节对照交叉引用