mat 8:14 UGNT
逐节对照
交叉引用
  • Matthew 17:25 - λέγει, ναί. καὶ εἰσελθόντα εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων, τί σοι δοκεῖ, Σίμων? οἱ βασιλεῖς τῆς γῆς, ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον? ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων?
  • 1 Timothy 3:2 - δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν,
  • Matthew 8:20 - καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
  • Hebrews 13:4 - τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος; πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.
  • 1 Timothy 4:3 - κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας, τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
  • 1 Corinthians 9:5 - μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν, γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς?
  • Mark 1:29 - καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου.
  • Mark 1:30 - ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.
  • Mark 1:31 - καὶ προσελθὼν, ἤγειρεν αὐτὴν, κρατήσας τῆς χειρός. καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς.
  • Mark 1:32 - ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους.
  • Mark 1:33 - καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν.
  • Mark 1:34 - καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν; καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν.
  • Luke 4:38 - ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς, εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.
  • Luke 4:39 - καὶ ἐπιστὰς ἐπάνω αὐτῆς, ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν; παραχρῆμα δὲ ἀναστᾶσα, διηκόνει αὐτοῖς.
  • Luke 4:40 - δύνοντος δὲ τοῦ ἡλίου, ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις, ἤγαγον αὐτοὺς πρὸς αὐτόν, ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν, τὰς χεῖρας ἐπιτιθεὶς, ἐθεράπευεν αὐτούς.
  • Luke 4:41 - ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κραυγάζοντα καὶ λέγοντα, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ. καὶ ἐπιτιμῶν, οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι.
逐节对照交叉引用