mrk 1:1 UGNT
逐节对照
交叉引用
  • John 3:16 - οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.
  • Luke 2:10 - καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, μὴ φοβεῖσθε; ἰδοὺ γὰρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ;
  • Luke 2:11 - ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστιν Χριστὸς, Κύριος, ἐν πόλει Δαυείδ.
  • Luke 1:35 - καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι; διὸ καὶ τὸ γεννώμενον Ἅγιον κληθήσεται, Υἱὸς Θεοῦ.
  • John 20:31 - ταῦτα δὲ γέγραπται, ἵνα πιστεύητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
  • Acts 1:1 - τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν,
  • Acts 1:2 - ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου, οὓς ἐξελέξατο, ἀνελήμφθη;
  • Romans 1:1 - Παῦλος, δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ,
  • Romans 1:2 - ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις,
  • Romans 1:3 - περὶ τοῦ Υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα,
  • Romans 1:4 - τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν,
  • John 1:34 - κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.
  • Matthew 17:5 - ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς; καὶ ἰδοὺ, φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα; ἀκούετε αὐτοῦ!
  • Romans 8:3 - τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί,
  • Matthew 3:17 - καὶ ἰδοὺ, φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα.
  • Romans 8:32 - ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ, τὰ πάντα ἡμῖν χαρίσεται?
  • Matthew 4:3 - καὶ προσελθὼν, ὁ πειράζων εἶπεν αὐτῷ, εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
  • John 6:69 - καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Ἅγιος τοῦ Θεοῦ.
  • John 1:49 - ἀπεκρίθη αὐτῷ Ναθαναήλ, Ῥαββεί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ Βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
  • Luke 1:2 - καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς, αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
  • Luke 1:3 - ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,
  • 1 John 1:1 - ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς—
  • 1 John 1:2 - καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν—
  • 1 John 1:3 - ὃ ἑωράκαμεν, καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ’ ἡμῶν; καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς, καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ, Ἰησοῦ Χριστοῦ.
  • John 1:14 - καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
  • Matthew 14:33 - οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες, ἀληθῶς Θεοῦ Υἱὸς εἶ!
  • Hebrews 1:1 - πολυμερῶς καὶ πολυτρόπως πάλαι, ὁ Θεὸς, λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
  • Hebrews 1:2 - ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων, ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας;
逐节对照交叉引用