mrk 1:11 UGNT
逐节对照
交叉引用
  • John 12:28 - Πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ: καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.
  • John 12:29 - ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας, ἔλεγεν βροντὴν γεγονέναι. ἄλλοι ἔλεγον, ἄγγελος αὐτῷ λελάληκεν.
  • John 12:30 - ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν, οὐ δι’ ἐμὲ, ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι’ ὑμᾶς.
  • John 5:37 - καὶ ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε.
  • John 5:20 - ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ; καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.
  • John 5:21 - ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς, οὓς θέλει ζῳοποιεῖ.
  • John 5:22 - οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ,
  • John 5:23 - ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα, τὸν πέμψαντα αὐτόν.
  • John 1:34 - κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.
  • John 3:35 - ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.
  • John 3:36 - ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον; ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν.
  • Matthew 17:5 - ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς; καὶ ἰδοὺ, φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα; ἀκούετε αὐτοῦ!
  • Luke 9:35 - καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἐκλελεγμένος; αὐτοῦ ἀκούετε.
  • John 6:69 - καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Ἅγιος τοῦ Θεοῦ.
  • 2 Peter 1:17 - λαβὼν γὰρ παρὰ Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν, φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς Μεγαλοπρεποῦς Δόξης, ὁ Υἱός μου, ὁ ἀγαπητός μου, οὗτός ἐστιν, εἰς ὃν ἐγὼ εὐδόκησα;
  • 2 Peter 1:18 - καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ, ἐνεχθεῖσαν σὺν αὐτῷ, ὄντες ἐν τῷ ἁγίῳ ὄρει.
  • Romans 1:4 - τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν,
  • John 3:16 - οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.
  • Colossians 1:13 - ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ,
  • Matthew 3:17 - καὶ ἰδοὺ, φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα.
  • Mark 9:7 - καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης, οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ.
逐节对照交叉引用